Α 7,2] Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο.
οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων
γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας,
ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα.
ἐπεὶ δὲ ἀφανίσαι Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος,
ὑποθεμένου Προμηθέως Δευκαλίων
τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος,
εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν
ἀπ᾽ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος
κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους,
ὀλίγων χωρὶς οἳ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη.
τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη,
καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου
συνεχέθη πάντα.
Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης
φερόμενος <ἐφ᾽> ἡμέρας ἐννέα καὶ νύκτας
<τὰς> ἴσας τῷ Παρνασῷ προσίσχει,
κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων
ἐκβὰς θύει Διὶ φυξίῳ.
Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν
αἱρεῖσθαι ὅ τι βούλεται·
ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι.
καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους,
καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο,
οὓς δὲ Πύρρα, γυναῖκες. ὅθεν καὶ λαοὶ
μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος.
γίνονται δὲ ἐκ Πύρρας Δευκαλίωνι
παῖδες Ἕλλην μὲν πρῶτος,
ὃν ἐκ Διὸς γεγεννῆσθαι <ἔνιοι> λέγουσι,
<δεύτερος δὲ> Ἀμφικτύων
ὁ μετὰ Κραναὸν βασιλεύσας
τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια,
ἐξ ἧς καὶ Διὸς Ἀέθλιος.........
ΕΧΩ ΤΗΝ ΕΝΤΥΠΩΣΗ ΠΩΣ ΟΙ ΣΚΟΠΙΑΝΟΙ
ΜΠΟΡΟΥΝ ΝΑ ΤΟ ΔΙΑΒΑΣΟΥΝ ΑΥΤΟ .........
.......ΣΤΗΝ ΓΛΩΣΣΑ ΤΟΥΣ ΕΙΝΑΙ ΓΡΑΜΜΕΝΟ
Δικό μας σχόλιο:
Αυτό θα έπρεπε και σε νεοελληνική απόδοση
να διδάσκεται σχολεία της χώρας
ως η γένεση των Ελλήνων.
Μύθος είναι και όχι παραμύθι
όπως άλλα που διδάσκονται τα παιδιά.